Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.310 Joseph. AJ 17.314 (English) >>Joseph. AJ 17.319

17.313καὶ παράδειγμα τὴν τῆς εἰς αὖθις ἀρετῆς τιθέναι τοῖς ἀρχθησομένοις μετριότητος καὶ εὐνομίας, χρήσαιτο ἂν πρὸς αὐτούς, ἀπὸ τῆς ἐν πρώτοις ἀποδειχθείσης πράξεως ἐπί τε τοῖς πολίταις καὶ τῷ θεῷ τρισχιλίων ὁμοφύλων ἀνδρῶν σφαγὴν ἐν τῷ τεμένει ποιησάμενον. πῶς οὐκ ἂν ἤδη καὶ δικαίῳ μίσει χρῆσθαι κατʼ αὐτῶν πρὸς τῇ λοιπῇ ὠμότητι καὶ ἔγκλημα τῆς ἀντιστάσεως καὶ ἀντιλογίας ἐπὶ τῇ ἀρχῇ προφερόμενον; 17.314ἦν δὲ κεφάλαιον αὐτοῖς τῆς ἀξιώσεως βασιλείας μὲν καὶ τοιῶνδε ἀρχῶν ἀπηλλάχθαι, προσθήκη δὲ Συρίας γεγονότες ὑποτάσσεσθαι τοῖς ἐκεῖσε πεμπομένοις στρατηγοῖς· φανερωθήσεσθαι γὰρ οὕτως, εἴτε ἀληθῶς στασιώδεις εἶεν καὶ νεωτερισμοῖς τὰ πολλὰ προσησκημένοι εἴτε καὶ οὔ, μετριωτέρων τυχόντες οἳ ἐπιστήσονται αὐτοῖς.” 17.315

Τοιαῦτα δὲ τῶν Ἰουδαίων εἰρηκότων Νικόλαος τούς τε βασιλεῖς ἀπήλλασσε τῶν ἐγκλημάτων, Ἡρώδην μὲν διὰ τὸ παρʼ ὃν ἔζη χρόνον τυχεῖν ἀκατηγόρητον· οὐ γὰρ δὴ τοὺς ἐγκαλεῖν ἔχοντας ἐπὶ μετρίοις παρὰ τοῦ ζῶντος τιμωρίαν λαβεῖν δυναμένους ἐπὶ νεκρῷ κατηγορίαν συντιθέναι· 17.316τὰ δὲ ὑπʼ Ἀρχελάου πραχθέντα ὕβρει τῇ ἐκείνων ἀνετίθει, οἳ ὀριγνώμενοι πραγμάτων παρὰ τοὺς νόμους καὶ σφαγῆς ἄρξαντες τῶν κωλύειν ὑβρίζοντας προμηθουμένων ἀμύνης γενομένης ἐγκαλοῖεν. ἐνεκάλει δὲ νεωτεροποιίας αὐτοῖς καὶ τοῦ στασιάζειν ἡδονὴν ἀπαιδευσίᾳ τοῦ πείθεσθαι δίκῃ καὶ νομίμοις ὑπὸ τοῦ θέλειν τὰ πάντα νικᾶν. ταῦτα μὲν οὖν Νικόλαος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.310 Joseph. AJ 17.314 (English) >>Joseph. AJ 17.319

Powered by PhiloLogic